Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.367 Joseph. AJ 6.371 (English) >>Joseph. AJ 6.374

6.369ἐπιστρέφουσι πᾶσαν εἰς αὑτοὺς τὴν τῶν ἐχθρῶν φάλαγγα καὶ περικυκλωθέντες ἀποθνήσκουσι πολλοὺς τῶν Παλαιστίνων καταβαλόντες. ἦσαν δὲ οἱ παῖδες Ἰωνάθης καὶ Ἀμινάδαβος καὶ Μέλχισος. τούτων πεσόντων τρέπεται τὸ τῶν Ἑβραίων πλῆθος καὶ ἀκοσμία καὶ σύγχυσις γίνεται καὶ φόνος ἐπικειμένων τῶν πολεμίων. 6.370Σαοῦλος δὲ φεύγει τὸ καρτερὸν ἔχων περὶ αὑτόν, καὶ τῶν Παλαιστίνων ἐπιπεμψάντων ἀκοντιστὰς καὶ τοξότας πάντας μὲν ἀποβάλλει πλὴν ὀλίγων, αὐτὸς δὲ λαμπρῶς ἀγωνισάμενος καὶ πολλὰ τραύματα λαβών, ὡς μηκέτι διακαρτερεῖν μηδʼ ἀντέχειν ταῖς πληγαῖς, ἀποκτεῖναι μὲν αὑτὸν ἠσθένει, κελεύει δὲ τὸν ὁπλοφόρον σπασάμενον τὴν ῥομφαίαν ταύτην αὐτοῦ διελάσαι, πρὶν ζῶντα συλλαβεῖν αὐτὸν τοὺς πολεμίους. 6.371μὴ τολμῶντος δὲ τοῦ ὁπλοφόρου κτεῖναι τὸν δεσπότην, αὐτὸς τὴν ἰδίαν σπασάμενος καὶ στήσας ἐπὶ τὴν ἀκμὴν ῥίπτει κατʼ αὐτῆς ἑαυτόν· ἀδυνατῶν δὲ μήθʼ ἵστασθαι μήτʼ ἐπερείσας διαβαλεῖν αὑτοῦ τὸν σίδηρον ἐπιστρέφεται, καὶ νεανίσκου τινὸς ἑστῶτος πυθόμενος τίς εἴη καὶ μαθὼν ὡς Ἀμαληκίτης ἐστὶ παρεκάλεσεν ἐπερείσαντα τὴν ῥομφαίαν διὰ τὸ μὴ ταῖς χερσὶν αὐτὸν δύνασθαι παρασχεῖν αὐτῷ τελευτὴν ὁποίαν αὐτὸς βούλεται. 6.372ποιήσας δὲ τοῦτο καὶ περιελόμενος τὸν περὶ τὸν βραχίονα αὐτοῦ χρυσὸν καὶ τὸν βασιλικὸν στέφανον ἐκποδὼν ἐγένετο. θεασάμενος δʼ ὁπλοφόρος Σαοῦλον ἀνῃρημένον ἀπέκτεινεν ἑαυτόν· διεσώθη δʼ οὐδεὶς τῶν σωματοφυλάκων τοῦ βασιλέως, ἀλλὰ πάντες ἔπεσον περὶ τὸ καλούμενον Γελβουὲ ὄρος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.367 Joseph. AJ 6.371 (English) >>Joseph. AJ 6.374

Powered by PhiloLogic